Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.214 Joseph. AJ 7.217 (English) >>Joseph. AJ 7.221

7.215

Ποιήσας δʼ Ἀψάλωμος τὰ παραινεθέντα αὐτῷ ὑπὸ τοῦ Ἀχιτοφέλου δεύτερον αὐτὸν ἠξίου συμβουλεύειν περὶ τοῦ πολέμου τοῦ πρὸς τὸν πατέρα. μυρίους δʼ αὐτὸν ἐπιλέκτους αἰτήσαντος ἐκείνου καὶ τόν τε πατέρα κτενεῖν αὐτοῦ καὶ τοὺς σὺν αὐτῷ ζωοὺς ἀνάξειν ὑποσχομένου καὶ βεβαίαν τότε τὴν βασιλείαν ἔσεσθαι φήσαντος Δαυίδου μηκέτι ζῶντος, 7.216ἀρεσθεὶς τῇ γνώμῃ μετακαλεῖται καὶ τὸν Χουσὶν τὸν Δαυίδου ἀρχίφιλον· οὕτως γὰρ αὐτὸν ἐκεῖνος ἐκάλει· καὶ τὴν Ἀχιτοφέλου γνώμην αὐτῷ δηλώσας, τί καὶ αὐτῷ δοκεῖ περὶ αὐτῆς ἐπυνθάνετο. συνιδὼν δʼ, ὅτι γενομένων ὧν Ἀχιτόφελος συνεβούλευσε κινδυνεύσει Δαυίδης συλληφθεὶς ἀποθανεῖν, γνώμην εἰσφέρειν ἐναντίαν ἐπειρᾶτο· 7.217οὐ γὰρ ἀγνοεῖς εἶπεν, βασιλεῦ, τὴν τοῦ πατρὸς καὶ τὴν τῶν συνόντων αὐτῷ ἀνδρείαν, ὅτι καὶ πολλοὺς πολέμους πεπολέμηκε καὶ πάντοτε κρατῶν τῶν ἐχθρῶν ἀπήλλακται. νῦν δὲ εἰκὸς αὐτὸν ἐπὶ στρατοπέδου μένειν· στρατηγῆσαι γὰρ ἱκανώτατος καὶ προϊδεῖν ἀπάτην ἐπερχομένων πολεμίων· 7.218ἀλλὰ κατὰ τὴν ἑσπέραν ἀπολιπὼν τοὺς ἰδίους εἴς τινα τῶν αὐλώνων ἑαυτὸν ἀποκρύψει πρὸς πέτρᾳ τινὶ λοχήσει· συμβαλόντων δὲ τῶν ἡμετέρων οἱ μὲν ἐκείνου πρὸς μικρὸν ὑποχωρήσουσιν, αὐτοὶ δὲ θαρσήσαντες ὡς τοῦ βασιλέως αὐτοῖς ἐγγὺς ὄντος ἀντιστήσονται, καὶ μεταξὺ τούτων μαχομένων πατὴρ ἐπιφανεὶς ἐξαίφνης τοῖς μὲν εὐψυχίαν πρὸς τοὺς κινδύνους παρασκευάσει τοὺς δὲ σοὺς καταπλήξεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.214 Joseph. AJ 7.217 (English) >>Joseph. AJ 7.221

Powered by PhiloLogic